Ancient Greek · ~2 min
Letter 302
Libanius, Epistulae 1-839 302
Not analysed yet
Ὁρμηθεῖσιν ὡς σὲ τοῖς ἑταίροις συνήσθην. καὶ γὰρ εἰ μήπω καιρὸς ἥκει τοῦ λέγειν, ἀλλ’ ἀκούειν γε δύναιντ’ ἄν. καλῶ δὲ καιρὸν οὐ τὴν δόξαν τοῦ δύνασθαι βοηθεῖν, ἐπεὶ καὶ νῦν τισι δοκοῦσιν, ἀλλὰ τὴν λώφησιν τοῦ τῶν πραγμά- των ὄχλου, δι’ ὃν οὐδ’ ἐπικουρῆσαι τῶν ῥητόρων τοῖς πένη- σιν ἔστι σοι. λέξουσι μὲν οὖν εἰς τότε, κωλύει δὲ οὐδὲν καἰ σιγῶντας ἀπολαύειν εὐνοίας, ὡς οὐ μικρόν γε τοῖς οὗπερ οἵδε τεταγμένοις ἥμερον εἰς αὐτοὺς βλέψαι τὸν ἄρχοντα. εἰσὶ δὲ ἄξιοι τοῦ τοιοῦδε οὗτοι βλέμματος Λεόντιός τε καὶ Μαπ- κιανὸς καὶ λόγων εἵνεκα καὶ τρόπων.