Ancient Greek · ~2 min
Letter 307
Libanius, Epistulae 1-839 307
Not analysed yet
Οὔθ᾿ Μανὸν ἐγὼ δυναίμην ἂν περιιδεῖν λυπούμε- νον οὔθ’ Ἡλιόδωρον ἐκεῖνος ἀπολλύμενον. ἐμέ τε γὰρ ἀνάγκη βοηθεῖν τῷ κοινωνῷ τῶν πόνων ἐκεῖνόν τε τῷ τροφεῖ. τρο- φέων δὲ ὅστις ἀμελεῖ, κἂν περὶ γονέας γένοιτο κακός. δύο τοίνυν αἰτοῦμεν, λῦσαί τε τὴν ζημίαν ἣν ἐπιβέβληκας ὡς ἀπειθοῦντι, πεποίηκε γὰρ ὕβρει μὲν οὐδέν, πενίᾳ δὲ ἴσως, καὶ τὴν φορὰν αὐτῷ μὴ πλείω ποιῆσαι τῆς ἀρχαίας, ὑφ’ ἧς καὶ αὐτῆς πεπίεσται. ὁ δὲ μόλις ἃ νῦν φέρει φέρων ὑπὸ μικρᾶς ἂν βαπτισθείη προσθήκης.