Ancient Greek · ~1 min
Letter 313
Libanius, Epistulae 1-839 313
Not analysed yet
Οὐδὲν ἄτοπον παρὰ φίλου χάριν αἰτῆσαι χαριζόμενον φίλῳ. φίλος δὲ σοὶ μὲν ἐγώ, Σωφρόνιος δὲ ἐμοί. δέομαι δή σου μὴ ποιῆσαι Σωφρονίῳ τὴν τῶν ἵππων κτῆσιν ζημίαν. ἀρκεῖ ταῦτα παρ’ ἐμοῦ πρὸς Εὐμόλπιον· εἰ δ’ ἄλλος ἦν, μα- κρὰν ἀποτείνειν ἔδει.