Ancient Greek · ~4 min
314.2 to 314.5
Libanius, Epistulae 1-839 314.2-5
Not analysed yet
σὺ μὲν οὖν ἠνύσθαι φης τὸ μῆκος τῆς ἐμῆς ἐπιστολῆς, ἐμοὶ δὲ ἤνυσται τὸ μῆκος τῆς σῆς ἀπολογίας. καὶ γὰρ ἔτυχον πρὸς τὸν θεῖον προειπὼν ὅτι σε ταχέως τοῦ κατηγορεῖν παύ- σας ἐν ἀπολογίαις δείξω. πάνυ οὖν ἥσθην ὁρῶν σε μαχό- μενον ὑπέρ τε τῆς πράσεως καὶ τῆς τῶν ῥητόρων φυγῆς, οὐχ ὅτι γενναίως, ἀλλ’ ὅτι πάνυ φαύλως ἐμάχου. φὴς γὰρ τῷ μὲν οὐδὲν γενέσθαι βλάβος τὴν σὴν πρᾶσιν, τοὺς δ’ οὐκ ἐθέ- λειν ἀπὸ τοῦ πονεῖν κερδαίνειν, οἱ κἂν εἰς πῦρ ἐμβαῖεν ἐπὶ τῷ τι κερδᾶναι. τοῦ παρόντος δέ μοι σχήματος καὶ τὸ σὸν ἡγοῦμαι φαυλότερον. οὔκουν ἀνθελοίμην ἄν· τὸ μὲν γάρ ἐστιν ἐν ταραχῇ ζῆν, τὸ δὲ ἐμὸν ἐν λόγοις. κἄν τι καλὸν ἐργάσῃ, τῆς ἐμῆς δεῖται φωνῆς, εἰ μέλλει τις αὐτὸ καὶ τῶν ὕστερον εἴσεσθαι. τὰ δ’ ἐν Ἰλλυριοῖς αὐτὸς μὲν πεποιηκώς, αὐτὸς δὲ ἐγκωμιάζων Ἀστυδάμας γέγονας. ἀλλ’, ὦ βέλτιστε Ἀχιλλεῦ, τὸν Ἕκτορα ἀποκτείνας ἄφες Ὁμήρῳ περὶ τοῦ φόνου τι διελ- θεῖν.