Ancient Greek · ~4 min
315.1 to 315.4
Libanius, Epistulae 1-839 315.1-4
Not analysed yet
Ἔτι με τοῖς γράμμασιν ἡδόμενον, ἃ ἐμήνυε λῃστοῦ τινος σύλληψιν κομψὴν ἔχοντος διάδυσιν καὶ ὄχλον ἥκοντα ἐπὶ τὴν κρίσιν καἰ σὴν εὔροιαν καὶ τῶν περιεστηκότων κρότον, τούτοις με εὐφραινόμενον εἰς ἀθυμίαν ἥκων ἐνέ ἄλεν Ἀσκλη- πιάδης ὁ ἰατρός ἔφησε γάρ σε ποιῆσαι ταῦτα ἃ μεμηνότος ἦν, καὶ εἰπὼν ἔπεισεν οὓς ἔπεισε, καὶ πολὺς ἦν ὁ χειμών. ἐγὼ δὲ αἰσθόμενος τὸν μὲν ἄρχοντα κατεῖχον συκοφάντην καλῶν τὸν ἰατρὸν καὶ δεόμενος βάσανον ἀποδοῦναι τῷ πράγ- ματι, τὸν δ’ Ἀσκληπιάδην ἔπ τθον μὴ καλὸν εἶναι μηδὲ τα- ραχὰς ἐμποιεῖν καὶ εἶχον ταὐτά μοι καὶ βουλομένους καὶ λέ- γοντας Εὐάγριόν τε καὶ ᾧ πλεῖστον μέτεστι φρενῶν, Ἀμπέλιον λέγω τὸν καλόν. οὑτωσὶ δή σοι τὰ τοῦ ἄρχοντος κεῖται· οὔτ᾿ ἐχθρὸς ἁνὴρ οὔθ’ οἷος ἔμπροσθεν φίλος. τὸ μὲν γὰρ ἡμεῖς ἐκωλύσαμεν, τὸ δὲ ἐκίνησεν ὁ ψευσάμενος. σὺ δ’ ὅλως κράτει τῆς γλώττης καὶ ἐπέστω τῷ στόματι χαλινός. βἐλ- τιον γὰρ σωφρονοῦντα ζῆν ἀδεῶς ἢ θρασυνόμενον τρέμειν. ἀλλὰ καὶ τοῖς φίλοις τὰς μετὰ τοῦ δικαίου χάριτας δίδου καὶ μήτοι νόμιζε καλὸν ἐοικέναι τῷ Κύκλωπι <καὶ> α βοᾶν εἰκῆ λακτίζειν καὶ καταφρονεῖν τῶν θεῶν.