Ancient Greek · ~4 min
319.1 to 319.4
Libanius, Epistulae 1-839 319.1-4
Not analysed yet
Πείθων με γράψαι σοι Διονύσιος ἐκεῖνο πρότερον ἔπει- θεν, ὅτι μου μετ’ εὐφημίας μνημονεύεις. καὶ ἔπειθέ γε ῥᾳ- δίως. ἐγώ τε γὰρ τὸν Προκόπιον ἐν μουσείοις εὐχόμην ἀγα- θὸν γενέσθαι σέ τε εἰκὸς τὸν οὕτως ἐσχηκότα πρὸς ἐκεῖνον ἐν τοῖς ἐπιτηδείοις ἀριθμεῖν. ἦν οὖν ἀκόλουθον τῷ γράψαι θαρρῆσαι τὸ μηδ’ ἐπαγγεῖλαι χάριν ὀκνῆσαι καὶ ταῦτα τῆς χάριτος πάλαι παρ’ ὑμῶν δοθείσης πρὶν αἰτῆσαί τινα. ἕνα δὲ ὁ λόγος μὴ εἰς αἴνιγμα πέσῃ, σαφέστερον ἐρῶ. Προκόπιος εὖ ποιῶν ἠλέησε Διονύσιον ὁρῶν αὐτὸν ἐν πενίᾳ μετὰ τὸν τοῦ πατρὸς φόνον, ὅπως δὲ μὴ σπάνει τροφῆς στεροῖτο λό- γων, τάττει φέρειν αὐτῷ τοὺς ἐπιτρόπους τῶν χωρίων ἐκ μὲν Κιλικίας τὰ καὶ τά, ἐκ δὲ τῶν περὶ τὸν Εὐφράτην τόπων ἕτερα τοσαῦτα. τὰ μὲν οὖν ἐκ Κιλικίας, ὡς ἔφη, μέχρι τῶν γραμμάτων ἔμεινε, θάτερα δὲ εἰς ἔργον ἐχώρησε. καὶ ἦν τούτῳ μὲν τρέφεσθαι, Προκοπίῳ δὲ εὐδοκιμεῖν. ἀλλὰ νῦν καὶ τού- των ἀποστερεῖται τοῦ διδόντος ἀεὶ μηκέτι διδόντος φάσκοντος κεκωλύσθαι γράμμασιν, οὐ Προκοπίου, τοῦτο γὰρ οὐκ ἐτόλ- μησε ψεύσασθαι, τῶν δὲ ἐπιτρόπων τινός.