Ancient Greek · ~4 min
Letter 318
Libanius, Epistulae 1-839 318
Not analysed yet
Συνηχθέσθην μέν σοι τὴν γυναῖκα ἀποβαλόντι, συνή- σθην δὲ τὴν συμφορὰν γενναίως ἐνεγκόντι· τὸ μὲν γὰρ ἐπή- ρειαν Τύχης, τὸ δὲ δείκνυσιν ἀρετήν. ἕξεις δὲ καὶ τουτονὶ Ῥητόριον οὐ φαύλην παραψυχὴν διὰ πολλῶν μὲν ῥητόρων, οὐκ ἐλαττόνων δὲ ποιητῶν ἀφιγμένον καὶ ὄντα ἀγαθὸν καὶ τοῦτο κἀκεῖνο. σὲ μὲν οὖν αὐτῷ φίλον ποιεῖ τά τε ἐμὰ γράμματα καὶ τὸ τοῖς σοῖς οἰκείοις συμπεφοιτηκέναι τὸν ἄν- δρᾶ, τούτῳ δὲ εὔνουν ἐμὲ δύο τὰ μέγιστα ποιεῖ. μαθητὴς γὰρ ὢν ἐμὸς διδασκάλου μοι παῖς ἐστι, πάντως δὲ τὸν Δίδυμον οὐκ ἀγνοεῖς, εἰ μὴ καὶ τὴν Μεγάλην ἀγνοεῖς πόλιν, ἐν ᾗ τῆς αὑτοῦ παιδείας ἐκεῖνος μετεδίδου νύκτα καὶ ἡμέραν ῥέων ἀλλ’ ὅπως οὗτος ἐγκρατὴς γένοιτο τῶν κτημάτων, ἐφ ἅπερ ἥκει. μικρὰ μὲν γὰρ ταῦτα, πένητι δὲ παραμυθία, Ῥη- τόριος δὲ τῶν οὐκ εὐπόρων. ἔστι δέ σοι δύναμις ἐν Αἰγύπτῳ, δι’ ἧς οἱ μὲν ἄλλοι χρήματα εἰργάσαντο, σὺ δὲ δόξαν ἀγα- θὴν τῇ πρὸς τὸ δίκαιον συμμαχίᾳ.