Ancient Greek · ~4 min
Letter 328
Libanius, Epistulae 1-839 328
Not analysed yet
Ἀντίοχος οὑτοσὶ τῶν πολλάκις ἡμᾶς σεσωκότων ἐστὶ τῇ τέχνῃ· κατὰ μὲν γὰρ τὴν γλῶτταν ἴσως ἑτέρου δεύτερος, οὗ δὲ ἀναστῆσαι δεῖ, τοῖς πρώτοις ἐνάμιλλος. τῶν μὲν οὖν χειρῶν αὐτοῦ πᾶσα ἡ πόλις ἀπολαύει δι’ ἴσου, πρὸς δὲ τὸ γένος ἡμῶν πατρόθεν ἐστὶν αὐτῷ φιλία, καὶ γέγονεν οὐκ ὀλί- γοις ἡμῶν ἀντὶ τροφέων, ὃ τούτῳ πολλοὶ τῶν ἡμετέρων προ- γόνων. μάθοις δ’ ἂν καὶ παρὰ τῆς αἰτίας, καθ’ ἣν ἤκει τις ἀνὴρ πρὸς ἡμᾶς. Θεοδώρα μὲν γάρ, οἰχομένου Θαλασσίου θυγάτριον, ὡς δὴ τούτῳ κουφιοῦσα τὴν λύπην δεηθεῖσα λαμβάνει καὶ ἠγάπησεν ὥσπερ αὐτὴ τεκοῦσα· ἐπεὶ δὲ καλῶς ἔχει τὴν κόρην ἡμῖν ἐπανελθεῖν, Ἀντίοχος μετὰ τῆς γυναικὸς ἐπὶ τὴν κομιδὴν ἔρχεται τά τε ἄλλα φύλαξ ἀγαθὸς καὶ τῷ σώματι βοηθὸς τὴν ἀπὸ τῆς τέχνης πρόσοδον ἐλάττω κρίνας τοῦ χαρίσασθαι τοῖς φίλοις. λαβέτω δὴ πεῖραν τῆς σῆς φύσεως, ὅπως καὶ οὗτος ἀγγέλλῃ τοῦτο δὴ τὸ περὶ σοῦ παρὰ πολλῶν ᾀδόμενον, ὡς οὐδείς σοι παραπλήσιος.