Ancient Greek · ~1 min
332.2 to 332.3
Libanius, Epistulae 1-839 332.2-3
Not analysed yet
σκόπει μέντοι μὴ κεστρεὺς νηστεύῃς καί σε πρὸς λιμὸν ὁ κρότος παραπέμψῃ καὶ πατὴρ γενόμενος αἰτούμενος ὑπὸ τῶν παίδων οὐσίαν μηδὲν ἔχῃς πλὴν καλῆς διηγήσεως. λέγω δὲ οὐ πείθων σε γενέσθαι κακόν ἀλλ’ ἐπειδὴ δέδοκται κεναῖς χερσὶν ἐκ τῆς ἀρχῆς ἀπελθεῖν, ὥρα σοι φροντίζειν ὅπως τοῦ ἄρχειν ἀπαλλαγεὶς ἐπιμελήσῃ τῆς οἰκίας.