Ancient Greek · ~4 min
333.1 to 333.3
Libanius, Epistulae 1-839 333.1-3
Not analysed yet
Λαμπρὸς ἡμῖν ἀπὸ τῆς πρεσβείας ὁ σὲ δὴ μάλιστα Σπε- κτάος φιλῶν —καὶ ει μ ν εἰκότως φιλεῖ, τοῦτό γε οὐκ οἶδα, τὸ δ’ ὅτι φιλεῖ σφοδρῶς, ἀκρὶ ῶς ἐπίσταμαι —καὶ παρὰ τὴν τοῦδε γλῶτταν οὐΚ ἐκρατήθημεν ἐν Ἕλληνες ὑπὸ βαρ- βάρων. εἴπω δὴ τὴν ρητορείαν, ᾐ κατεπάλαισε τὸν Πέρσην ἐν τοῖς ἐκείνου βασιλείοις; ἀλλὰ δέδοικα μή σε λυπήσω. σὺ γὰρ ἀξιοῖς σοῦ ζῶντος μηδένα ἄλλον ἐπαινεῖσθαι. καὶ νῦν, ὅτι μὴ πρὸς τῷ διοικεῖν ἃ διοικεῖς ἦλθες ἐκεῖ πρεσβεύων καὶ τῇ βοῇ τὸν ἄνθρωπον λίθον ἐποίησας, ἀποπνίγῃ. ἀλλὰ καὶ κατ’ αὐτὸ μέντοι τοῦτο λεκτέον, ὅπως ἀγρυπνῶν στρέφοιο τὴν νύχθ’ ὅλην. ἐπειδὴ γὰρ εἰσεκάλεσε τοὺς παρ’ ἡμῶν, πολλὰ δικαιοσύνην θαυμάσας καὶ τοὺς τὰ δίκαια ποιοῦντας ἐγὼ μὲν τοίνυν ἀδικοῦμαί φηριν, ὐμεῖς δὲ ἀδικεῖτε. καὶ γῆς δέ τι μέτρον ἔλυεν, ἣν ἐκείνων οὖσαν πρὸ τοῦ νῦν ἡμᾶς ἔχειν, ἧς ἀποστατέον τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας.