Ancient Greek · ~3 min
Letter 335
Libanius, Epistulae 1-839 335
Not analysed yet
Τοῖς ἀπὸ τῆς Ἑλλάδος ὑμῖν ἡ ῥητορικὴ τίμιον, ταύτης δὲ πλεῖστον Ἱερώνυμος μετέχει. πᾶσα τοίνυν ἀνάγκη καὶ τοῦ- τὸν γενέσθαι σοι τίμιον, ὃς καὶ τὸν Στρατήγιον ἡμῖν ἀνηρ- τήσατο λέγων. ἦν μὲν γὰρ αὐτῷ λόγος ὑπὲρ ὧν ἐδικάζετο γεγραμμένος, ὡς δὲ οὐκέτ’ ἐδέησεν ἀγῶνος, εἰπεῖν ὅμως δεη- θεὶς καὶ τυχὼν εἰπὼν ἐπαινούμενος ἀπῆλθεν, ὥστ’ ἐμὲ χαί- ρειν. εἶς γὰρ ἡμῖν ὁ διδάσκαλος, ἐμοί τε καὶ τούτῳ. καὶ ὅ τι ἂν τούτῳ καλὸν ὑπάρξῃ, τοῦτ’ εὐθὺς ἐμόν. λέγοντα μὲν οὖν οἶδ’ ὅτι θαυμάσῃ, θαυμάζων δὲ οἶδ᾿ ὅτι καὶ φιλήσεις κατ’ αὐτό γε τὸ θαῦμα καὶ ὅτι γε οὐ ῥήτωρ πλέον ἢ χρηστός. εἰ δέ τι καὶ τοῦτο δυνήσεται τὸ μέλειν ἐμοὶ τοῦ ῥήτορος, εἴ- σομαί τε χάριν καὶ ἴσως ἀποδώσω.