Ancient Greek · ~2 min
338.3 to 338.5
Libanius, Epistulae 1-839 338.3-5
Not analysed yet
παρεμυθούμην δ’ οὖν ἐμαυτὸν ἐκ τοῦ μὴ πάντα εἶναι τοῖς ἀνθρώποις εὐτυχεῖν καὶ συνεχῶς ἐπῇδον τό· ἀλλ’ οὔπως ἅμα πάντα. Στρατήγιος δὲ καὶ δὴ λαμπρῶς κατεβόα τῆς Τύχης καὶ ὢν ὥσπερ πρὸ τοῦ καὶ φόβον τὸν τοῦ λέγοντος φοβούμενος οὐδὲν ὅ τι οὐκ ἐφθέγγετο περὶ τῆς σῆς ἀπουσίας. ἐγὼ μὲν οὖν εἴσειμι τὸν Ἑρμῆν ἀντὶ σοῦ μοι πιστεύων ἔσεσθαι, σὲ δὲ εἰη τῶν παρόντων ἀπαλλαγέντα κα- κῶν ἐλθεῖν μὲν ὡς ἡμᾶς, εἰ βέλτιον, μένειν δὲ κατὰ χώραν, εἰ βέλτιον.