Ancient Greek · ~7 min
339.1 to 339.9
Libanius, Epistulae 1-839 339.1-9
Not analysed yet
Καλά γέ σοι τὰ πεπραγμένα. γενέσθω δὴ ταυτὶ τὰ καλὰ καὶ πλείω. πιστεύω δέ σε πείσειν ἀξιῶν ἀκολουθεῖν σε τῷ σαυ- τοῦ νόμῳ. ἐφ’ οἷς μὲν οὖν ἐπαινῇ, συχνά τε ἄλλα καὶ ὅτι διατρίβων ἐν Παίοσιν οὐκ ἐπελάθου τῶν τῇδε, ἀλλ’ ὡς ἄν τις συνών τε καὶ συζῶν, ὅπως τῶν σοι γνωρίμων ἐπί τι βέλτιον ἕκαστος προβαίη σκοπεῖς καὶ πράττεις γε σκοπῶν. ὡς δὲ ἧκεν ἡμῖν τὸ ἔργον τῆς εἰς Σαβῖνον σπουδῆς, οὐδὲν ἦν ἕτε- ρον ἀκούειν ᾀδόμενον ἢ ὅτι τῷδε παρὰ τοῦδε διὰ τὸν δεῖνα τόδε ἥκει. δεῖ δὴ καὶ Θεόδωρον τυχεῖν τε τῶν ἴσων καὶ σοὶ τῶν ἴσων ἐπαίνων αἴτιον καταστῆναι καὶ συνησθῆναι τούτῳ Σαβῖνοι, ὥσπερ οὗτος ἐκείνῳ. τὸν δὲ Θεόδωρον οὐκ ἀγνοεῖς, ἔφη τις. ὅμως δὲ φράσω σοι καὶ ἐγώ, σοὶ μὲν γὰρ οὐδὲν βλάβος ἃ οἶσθα ἀκοῦσαι, ἐμοὶ δὲ ἡδονὴ τὸν ἄνδρα ἐπαινεῖν. οὗτος ἐξ ἀγαθῶν ἐν Ἀραβίᾳ γενόμενος ἀμείνω τῶν ποτέρων αὑτὸν ἔδειξεν ὁρμήσας μὲν εἰς τὴν σὴν πόλιν ἐπὶ κτήσει νόμων, τῷ ποιεῖν δὲ πλέον ἡσθεὶς ἢ ἕτεροι τῷ ὀρχεῖσθαι. πλήρης δὲ νόμων ἐκεῖθεν ἀπελθὼν καὶ τὸ τῶν λόγων τῶν ἡμετέρων σθένος ὃ πρότερον εἶχεν οὐκ ἐκβα- λῶν ὑπὸ τῶν νόμων δύο λιμέσι τοὺς εἰς αὑτὸν καταφεύγον- τας ἐδέξατο, ἐδέξατο, νόμων τε ἀναγνώσει καὶ ῥητορικῆς ἰσχύι. καὶ μισθοῦ μὲν οὐκ ἠμέλησεν, οὐ μὴν ἓν τοῦτο εἶδεν, ὅπως λήψεται μισθόν. ἀλλ’ οὕτω λαμπρῶς ἀγωνίζειαι καὶ πᾶσι, οἷς ἔχει, ὥστε ὀλιγάκις μὲν ἥττηται. χάριτες δὲ αὐτῷ καὶ παρὰ τῶν ἡττημένων. τῆς δὲ σῆς ἀρχῆς ἐπαινουμένης πρῶτον μὲν οὐκ ἀπιστεῖ, τοῦτο δέ ἐστι τὴν σὴν εἰδότος φύσιν, ἔπειτα χαίρει καθάπερ ἡμεῖς, οἷς ἔνι μάλιστα χαίρειν ἐν τοῖς σοῖς ἀγαθοῖς, καὶ τοὺς ὑπὸ σοὶ μακαρίζει καὶ βούλοιτ’ ἂν ὑπὸ σοὶ γενέσθαι.