Ancient Greek · ~2 min
345.2 to 345.3
Libanius, Epistulae 1-839 345.2-3
Not analysed yet
ἀ,λλὰ τούτων μὲν λήψομαι παρὰ σοῦ δίκην, ἐπειδὰν αὐτὸς μὲν ᾖς ἐν τῷ λέγειν, ἐγὼ δὲ ἐν τῷ ψηφίζεσθαι· τὸν δὲ Τιτιανὸν ἴσθι ζῶντα, ὡς ἂν εὔξαιο, καὶ θέοντα μᾶλ- λον ἀκέντητον ἢ τὸν Ἱέρωνος ἵππον. φύσις δὲ ἀρίστη προσ- λαβοῦσα πόνων ἐπιθυμίαν ὁπόσον τι γίγνεται, τεκμαίρου. τούτων δέ σοι καὶ Τουσκιανὸς ἄγγελος ἥξει λόγων δημιουρ- γός τε καὶ κριτὴς ἀγαθός, ὃς ἥκων ὡς αὐτὸν δείλης ἀπαιτή- σων τὸ σκέμμα ἀπέβη θαυμάσας.