Ancient Greek
Letter 346
Libanius, Epistulae 1-839 346
Not analysed yet
Πορευόμενος εἰς τὸ διδασκαλεῖον ἐνέτυχον Ἰουλιανῷ κινοῦντι Καλύκιον ἐπὶ τοὺς ὑπὲρ λόγων πόνους, ὃ ποιεῖν ἔφασκεν ὑπὸ σοῦ κεκινημένος ἐξ ἐπιστολῆς. ἐκοινώνουν οὖν τῶν παρακλήσεων καὶ συνεφηπτόμην συμβουλῆς, ἠς οὐσεπώποιτε ἐπαυσάμην. οἶμαι δέ, οὐ λίθον ἕψομεν. ἀλλ’ ἀκούων πολ- λάκις ὡς διὰ δικαιοσύνηι πατρὸς πένης εἴη καὶ ὅτι μίαν ὁδὸν ἐπὶ πλοῦτον ἔχει τοὺς λόγους, δῆλός ἐστιν ἐπαινῶν τε ἡμᾶς καὶ πειθόμενος καὶ οὐ πάνυ δεόμενος ἀκούειν ὅτι λό- γους αὐτῷ κτητέον. δεῖ δὴ καὶ σὲ μὴ πάντα ἐπιτιμᾶν, ἀλλ’ ἤδη καὶ συγχαίρειν ὡς ἐπὶ προθυμίᾳ· καὶ γὰρ αὐτὸ τοῦτο φάρμακον εἰς προθυμίαν.