Ancient Greek
348.8 to 348.12
Libanius, Epistulae 1-839 348.8-12
Not analysed yet
ἐργαζέσθω οὖν, ὦ ’γαθέ, καὶ ὅπως γε μὴ τὸ ἔργον χεῖρον ἔσται τῆς ἀργίας. σὺ δ’ εἰ μὲν οὐκ ἔγνωκας αὐ- τὸν οἱ δεῖ προσάγειν, ἀδικεῖς ἀνὴρ οὕτω συζῶν τῇ δίκη· εἰ δὲ οἴει δεῖν ἅ φαμεν ποιεῖν, μὴ μέλλε πειθόμενος Αἰσχύλῳ καὶ ἔτι πρότερον Ἡσιόδῳ. καὶ μὴν οὐδ’ ἐκεῖνό γε παρήσω· τὸν ἄνδρα ἰδὼν μιᾷ χλαμύδι Ἄι πρὸς ψῦχος μαχόμενον καὶ πρὸς ὄμβρον ἀγωνιζόμενον καὶ πρὸς πηλὸν παραταττόμενον, ἠρώτων εἰ καὶ τοῖς παιδίοις ἀνθ’ ἱματίων ἡ δόξα τοῦ πα- τρὸς εἴη. τοῦ δ’ ἐρυθριάσαντος καὶ σὺν γέλωτι μεμνημέ- νοῦ Λυσάνδρου τινὸς καὶ Διονυσίου, τοῦ μὲν δόντος, τοῦ δὲ οὐ λαβόντος ἔφην αὐτὸν οὐκ εἰδέναι χαλεπὸν αὑτῷ παρασκευ- άζοντα τὸ γῆρας ἐκεῖνον μὲν οὖν ἀφίημι, σοὶ δὲ παραινῶ ποιῆσαι Τουσκιανῷ τὰ πράγματα βελτίω. πρέποι γὰρ ἂν τῷ μὲν στέργειν τὴν πενίαν, ἔστι δὲ ῥᾷστον τοῖς ὑπάρχοις ὑμῖν τὴν τοῦ Δῖός μιμήσασθαι νεφέλην, ἀφ’ ἧς ἐκεῖνος ὗσε Ῥο- δίοις χρυσόν. καὶ δὴ καὶ ὑμῶν βουλομένων γένοιτ’ ἂν εὐπορία καθαρεύουσα ψόγου. τοῦτο δὲ ἤδη πραττέσθω πρὶν ἀρχῆς τινος λαβέσθαι Τουσκιανόν, ὡς ἐν ἐκείνῳ γε λιμώττειν ἐθελήσει.