Ancient Greek · ~3 min
Letter 349
Libanius, Epistulae 1-839 349
Not analysed yet
Ὡς ἡδίστη γε ὑμῶν ἡ συνουσία τῶν μὲν σῶν ἔργων, ἃ μετὰ τοῦ δικαίου πράττεις, ὁρωμένων, Ἰουλιανοῦ δὲ τῶν αὑ- τοῦ διήγησιν ἔχοντος, ἃ καὶ αὐτὰ σὺν τῷ δικαίῳ πάντα ἐπράττετο. καί μοι δοκεῖτε, σὺ μὲν ἐοικέναι παλαιστῇ διὰ πό- νων ἐπειγομένῳ πρὸς στέφανον, ὁ δὲ ἐν στεφάνῳ πάλαι. καὶ δέδοικα δὴ μὴ τὴν Αἴγυπτον οὗτος ἀφείς, εἰς ἣν πέμ- πεται μοχθήσων οὐκ ἐπὶ κέρδει, σοί γε παρακαθήμενος διαλέ- γηται πράγματα μὲν φεύγων, φίλοις δὲ χαίρων πλέον ἢ πράγ- μασιν ἕτεροι. ἀλλὰ σὺ κίνει τε καὶ παρακάλει. πιστεύω γὰρ τὴν περὶ τὰ πλοῖα ταύτην φροντίδα δείξειν ἡμῖν τὸν ἄνδρα κυβερνήτην ἐθνῶν.