Ancient Greek · ~4 min
35.1 to 35.3
Libanius, Epistulae 1-839 35.1-3
Not analysed yet
Ἀλλά σοι τὸ μὲν σῶμα, ὡς ἐμήνυες. διὰ τέλους ἔχοι, τῇ 15 λύπῃ δὲ φάρμακον ἔλθοι παρὰ τοῦ θεοῦ, μᾶλλον δέ, τὸ μέν τι τῆς λύπης δεῖται θεοῦ, τὸ δὲ ὑμεῖς ὑμῖν αὐτοῖς παῦσαι κύριοι. τὸ μὲν γὰρ ἀνορθῶσαι τὴν πόλιν ἕτοιμον, εἰ βουλη- θείητε, τῆς δ’ ἐπὶ τοῖς τεθνεῶσιν ἀθυμίας ἐξ οὐρανοῦ ποθεν ἔλθοι παραμυθία. μακαρίζω δὲ ἔγωγε τὴν Νικομήδους καὶ κειμένην. ἴδει μὲν γὰρ ἑστάναι, τετίμηται δὲ ὅμως πεσοῦσα δάκρυσι σοῖς. τοῦτο δὲ οὐ μεῖον οὔτε τῶν θρήνων, οὓς ἐπ’ Ἀχιλλεῖ Μούσας ἐγεῖραι λόγος σὔτε τῆς ᾑμαγμένης ψεκάδος, 5 ἣν ἐπὶ Σαρπηδόνι μέλλοντι τελευτήσειν ἀφῆκεν ὁ Ζεὺς παῖδα φίλτατον τιμῶν. τοῦ μὲν οὖν τὴν πάλαι πόλιν αὖθις γενέ- σθαι πόλιν ὑμῖν μελήσει, Ἐλπίδιος δὲ ἦν μὲν καὶ πρότερον ἀγαθός, νῦν δὲ ἡ τῶν τρόπων ἐπίδοσις ἀξία θαυμάσαι. καὶ οὐκ ἄρα μόγον τὸ τοῦ Σοφοκλέους σοφοὶ τύραννοι τῇ σοφῶν συνουσίᾳ, ἀλλὰ καὶ βασιλέως σοφία τοῖς συνοῦσιν ἆν εἰς ἀρετὴν ἡγοῖτο.