Ancient Greek · ~4 min
Letter 34
Libanius, Epistulae 1-839 34
Not analysed yet
ὠοῦ μόνον οὐκ ἄχθομαι παρακαλούμενος, ἀλλὰ καὶ χαίρω προτρέποντος, ὅτι μοι τούτῳ δηλοῦται τὸ καὶ αὐτὸν ἐνεργὸν εἶναι σέ. τὸ μὶν οὖν φροντίζειν ὅπως μὴ εἰς ὄνους ἀφ’ ἵππων ὅ τε θεῖος ἐπαινεῖ καὶ ἐγώ, μὲ δὲ τοῦτο ἰδόντες. οἶμαι γὰρ ἤδη τι φοιτᾶν ἡμῖν ἐκεῖθεν. ἐλπίζομεν δὲ αὐτὸ θήσεσθαι διὰ τῶν ἀρχόντων καλῶς. Μοδέστῳ δὲ μέλλοντι νυκτὸς ἐπὶ Κιλικίας δραμεῖσθαι βιβλίον ἐσπέρας εἰσάγω τὰ δῶρα ἐγγράψας, Ὀλύμπιος δὲ οὐκ ἀπῆν. ὁ δὲ τοῖς ἄλλοις ἥδε- σθαι φήσας ὡς οὐκ ἔχουσιν ὄγκον διεωθεῖτο τοὔλαιον. ἡμῶν δὲ οὐκ ἀνιέντων ἀνέβη μὲν ὡς ἄμεινον ζητήσων ᾖ χρὴ ποιεῖν, οἷα δὲ ἐν θορύβῳ τῷ περὶ τὴν ἔξοδον, ἀφῃρέθη τὴν · περὶ τούτου ψῆφον. ἦν οὖν λοιπὸν ἀναμεῖναι. σοὶ μέντοι μένειν μὲν οὐκ ἔστιν ἐΜ, χωρεῖν δὲ ἀνάγκη δεῦρο τοῦ τε μαχέσασθαι πρὸς τὴν ἀπὸ Θρᾴκης εἴσπραξιν καὶ διαφυγεῖν ὅλως βουλήν, ἣ τοῖς μὲν ἀνωνύμοις λυσιτελεῖ, τοὺς δ’ οἵα σὺ διαδεξαμένους οὐκ ἂν λαμπροτέρους θείη.