Ancient Greek · ~5 min
362.4 to 362.8
Libanius, Epistulae 1-839 362.4-8
Not analysed yet
ἐμοὶ μὲν δὴ πᾶσα ἀνάγκη τὸν πρεσβύτην ἀντευποιεῖν· ἀντευποιήσαιμι δ’ ἄν, εἰ τῇ σῇ δυνάμει χρησαίμην· ἡ γὰρ ἐμὴ λεπτή τις. προθυμοῦ δὴ καί με δεῖξον εἰς ἀμοιβὰς οὐ φαῦλον. τοίνυν αἰτοῦ μὲν; Μάρκελλος ὀψέ ποτε γίγνεται πατὴρ μάλα ταύτης ἐπι- θυμήσας τῆς κλήσεως καὶ πρὸς ἱεροῖς ἱκετεύσας καὶ ἔστιν αὐτῷ τὰ τέκνα, Ἀσκληπιοῦ δῶρα. διὰ δὴ τοῦτο πάνυ γέ ρων ὢν πάνυ νέους υἱοὺς τρέφει, οὓς ἄρτι γάλακτος ἀπαλλα- γέντας εἰς στρατιώτας ὁ βασιλεὺς ἐνέγραψεν, ὧν νῦν ὁ καλὸς ἡγεῖται ουσώνιος πράττων αὐτοῖς ἀσφάλειαν εἰς ἅπαντα τὸν χρόνον. ἀλλὰ νῦν κηρύγματα περιφοιτᾷ χωρεῖν ὡς ὑμᾶς, οἷς οὗτος ὁ βίος. τοῖς δὲ Μαρκέλλου παισὶν οὐχ ὅπως τοῦτο ῥᾷστον, ἀλλ’ οὐδ’ ὑπερβῆναι τὰς πύλας. δεδοίκαμεν δὴ μὴ τοῦτο αὐτοὺς ἐκβάλλῃ τοῦ σχήματος καὶ σοῦ δεόμεθα τη- ρεῖν αὐτοὺς ἀπόντας ἐν τῷ σχήματι. λέγεται δὲ Μουσωνίῳ τὸ σὸν νεῦμα νόμος εἶναι, καὶ παλαιός γε ὁ νόμος τὸν ὕπαρ- χον τοῖς ἔχουσιν ὃ νῦν ἐκεῖνος ὁριστὴν εἶναι τῶν ἔργων. βεβαίωσον δὴ δόξαν οὕτω καλὴν ἐν οἷς ἐπαγγέλλομεν καὶ μὴ θαυμάσῃς εἰ Στρατηγίου γράμμασιν ἐμὰ Μάρκελλος παρ- έζευξε· φήμη γὰρ ἐμὲ παρὰ σοὶ πλεῖστον ἰσχύειν.