Ancient Greek · ~2 min
363.1 to 363.2
Libanius, Epistulae 1-839 363.1-2
Not analysed yet
Δόμνῳ τούτῳ πατήρ τε ἦν ἀγαθὸς καὶ κηδεστὴς βελτίων· γαμεῖ γὰρ θυγατέρα Κέλσου, δι’ ὃν οὐκ ἄμοιροι Σύροι τῆς Ἰταλῶν φωνῆς. ἀλλὰ καὶ αὐτὸς ὁ Δόμνος τοιοῦτος, οἶος, εἰ καὶ μηδέτερον ὧν ἔφην εἶχεν, ἀπὸ τῶν τρόπων εἰκότως ἂν τιμᾶσθαι. ζῶν γὰρ ἐν στρατιώτου σχήματι καλλίω γνώμην παρέχεται τοῦ βίου θράσους ἀπηλλαγμένος, πανουργεῖν οὐκ εἰδώς, κέρδος ἄδικον βλάβην ἡγούμενος, χάριν ἕτοιμος μὲν δοῦναι, λαβὼν δὲ ἀποδοῦναι, μᾶλλον μειδιῶν ἢ σκυθρωπάζων, ἁπλῶς μέμψεως μὲν οὐδενὶ δοὺς ἐπ’ οὐδενὶ πρόφασιν, ἐπαίνου δὲ πολλοῖς ἐπὶ πάνυ πολλοῖς.