Ancient Greek · ~4 min
Letter 367
Libanius, Epistulae 1-839 367
Not analysed yet
Ἀρ’ ὅπερ αὐτοὶ πεπόνθαμεν, τούτῳ καὶ αὐτὸς κατεδχέ- θης; ἡμεῖς ἑσπέρας προσιούσης, ὅτε δὴ βαδίζειν εἰώθαμεν παρὰ σέ, παρὰ μὲν τῶν ποδῶν ἀπαιτούμεθα τὴν ὁδόν, ἰδεῖν δέ <σε> α οὐκ ἔχοντες ἀλγοῦμεν. ἴσως δὴ καὶ αὐτῷ σοι γίγνεται δύντος ἡλίου. διδάσκομαι δὲ τοῦτο τῷ τε ἄλλῳ σου τρόπῳ καὶ ταῖς αἰτίαις αἷς με ᾐτιῶ παραπέμποντά σε. ἔλεγες τοίνυν ἠδικῆσθαι δύ’ ἡμέρας ἐκλιπόντος μου τὴν συνουσίαν, καὶ ἦν ἡδίω μέλιτος τὰ ἐγκλήματά μοι. κατηγοροῦντος δέ μου τοῦ νοσήματος, ὃ τὴν κεφαλὴν ἐνοχλεῖ, καὶ φάσκοντος οἴκοι μεῖναι διὰ τὴν ἐκεῖθεν ἀνάγκην δευτέραν ἐξεῦρες αἰτίαν τὸ μὴ τοῦτό σοι μηνύσαι. ταῦτα δὴ τὰ τῶν ἰδιωτῶν πρὸς ἀλλήλους ὁ ἄρχων πρὸς τὸν ἀρχόμενον. τὸ δὲ φιλούμενον οὕτως εἰδέναι φιλεῖν τοῦ δικάζειν, ὥσπερ δικάζεις, οὐ μεῖον εἰς ἀπόδειξιν ἀρετῆς. ὅτι μὲν οὖν τῷ πόνῳ μὲν μιμῇ τὸν Ἡρακλέα, τῷ τάχει δὲ τὸν Περσέα, καλῶς οπιεῖς. ἀλλά σου δεόμεθα τῶν πτερῶν μὴ μόνον ὑπὲρ τὸν Εὐφράτην σε τα- χέως ἄγειν, ἀλλὰ καὶ πρὸς Ὀρόντην, τὸν ἡμέτερον ποταμόν, ἐπανάγειν ὀξέως.