Ancient Greek · ~2 min
368.3 to 368.4
Libanius, Epistulae 1-839 368.3-4
Not analysed yet
λόγον δέ σου λαβών, ὃς ὅσα τῇ πρεσβείᾳ τὴν πόλιν ὤνησας ἴΜεν, εἶτα γνοὺς ὡς μεταπέμποιο σοφιστάς, μαθητὰς ἔφην ὁ καλὸς ζητεῖ Θεμίστιος. τίς γὰρ ἔτι ῥήτωρ σοῦ τοιαῦτα δημιουργοῦντος; οὐχ οὕτως ὁ Τηλέμαχος ἐῴκει τῷ πατρὶ τὴν μορφήν, ὡς σὺ τῷ Δημοσθένει τοὺς λόγους, οὓς πάλαι κεκτη- μένος ὀψέ ποτε ἐξήνεγκας. τῇ τε οὖν ἄλλῃ δεῖ τὴν πρε- σβείαν ἐπαινεῖν καὶ ὅτι τούτοις ἔδωκεν ἀφορμὴν εἰς μέσον ἐλ- θεῖν. ποίει δὴ πολλὰ τὰ καλὰ καὶ πέμπε τοὺς λόγους μὴ τοῖς ἄρχουσι μόνον, ἀλλὰ καὶ οἷς ἀρχὴ μὲν οὐκ ἔστιν, ὦτα δὲ ἴσως.