Ancient Greek · ~4 min
369.1 to 369.5
Libanius, Epistulae 1-839 369.1-5
Not analysed yet
Διπλῆν ἀνῄρησαι νίκην, τὴν μὲν ἐν ὅπλοις, τὴν δὲ ἔ λόγοις, καί σοι τρόπαιον ἕστηκε, τὸ μὲν ἀπὸ τῶν βαρβάρων, τὸ δ’ ἀπ’ ἐμοῦ τοῦ φίλου. τουτὶ δὲ τὸ τρόπαιον ἡδὺ τῷ κεκρατημένῳ. πᾶσι γὰρ δὴ πατράσιν εὐχῆς μέρος παίδων ἡτ- τᾶσθαι, καὶ σὺ παρ’ ἐμοῦ λαβὼν τὰς εἰς τὸ γράφειν ὁδοὺς οἷς ἔλαβες τὸν δόντα παρήνεγκας. περὶ δὲ τοῦ μέτρου τῆς ἐπιστολῆς δεῖ δήπου με ἀπολογήσασθαι τῷ στρατηγῷ τὸν ῥή- τορα, μᾶλλον δέ, τῷ λέγειν οὐχ ἧττον ἢ μάχεσθαι μαθόντι. ἐπειδή σε βασιλεὺς ἐκάλεσεν εἰς κοινωνίαν τῆς ἀρχῆς, ᾠή- θην δεῖν ἀφελεῖν τῆς παρρησίας καὶ μὴ ποιεῖν ἃ πρὸ τοῦ πρὸς ἄνδρα τοσοῦτον γεγενημένον. δεινὸν γάρ, εἰ σκιαμαχοῦν- τες μὲν ἐν ταῖς τῶν ἀγώνων μελέταις εἰσόμεθα, πῶς Περικλεῖ καὶ Κίμωνι καὶ Μιλτιάδῃ διαλεκτέον, ἐπὶ δὲ τῆς ἀληθείας παροψόμεθα τὸν νόμον. αὐτὸ γὰρ τοῦθ’ ὃ σὺ φῄς, ὡς αἱ τῶν στρατηγῶν ἐπιστολαὶ βραχεῖαι διὰ τὸ πράττειν, ἔπειθέ με καὶ αὐτὸν συστέλλειν τὰ γράμματα εἰδότα ὡς ὅστις ὐπ ἀσχολίας οὐκ ἔχει μακρὰ ἐπιστέλλειν, κἂν ὑπ’ ἄλλου μακρὰ γράφοντος ἐνοχληθείη.