Ancient Greek · ~3 min
369.9 to 369.11
Libanius, Epistulae 1-839 369.9-11
Not analysed yet
καὶ μή με οἴου τῶν φίλων ἐξελαύνειν ἐμαυτόν, ὅτι μὴ τῶν εἰληφότων εἷς καὶ αὐτός. ἔχω γὰρ εἰπεῖν, ἀνθ’ ὅτου μόνος οὐκ ἔχω. σὺ ταῖς πόλεσι τά τε ἄλλα βούλοι’ ἂν εἶναι, δι’ ὦν εὐδαιμονοῦσι πόλεις, καὶ δὴ καὶ λόγων ἰσχὺν εἰδὼς ὅτι, τούτους ἂν σβέσῃ τις, εἰς ἴσον ἐρχόμεθα τοῖς βαρβάροις. ἔδεισας οὖν μὴ λαβόμενος εὐπο- ρίας φύγω τὴν τέχνην, καὶ δεῖν ᾠήθης ἐν πενίᾳ με φυλάτ- τειν, ὅπως καὶ αὐτὸς φυλάττοιμι τὴν τάξιν. οὕτω μοι μαν- τεύεσθαι βέλτιον. οὐ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις, ὡς ἄλφιτα μὲν Kαπανεύς τε καὶ Ἀμφιάραος, ὁ δεῖνα δὲ οὔτ᾿ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ. ἀλλ’ ἔστι τὸ μὴ δοῦναι κηδομένου τῶν ὅλων. τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων πλουτοῦμεν ῥημά- των, τοῦτο δὴ τὸ σόν, καὶ τὴν ἀρχὴν ἣν ἄρχομεν ἴσως οὐ καταισχύνομεν, ὥσπερ οὐδὲ σὺ τὴν μεγάλην.