Ancient Greek · ~2 min
Letter 370
Libanius, Epistulae 1-839 370
Not analysed yet
Καὶ γὰρ ἦν εἰκός, ὦ φίλε Παῦλε, μὴ τὸν νόμον ἀνελεῖν, ὃν αὐτὸς ἔθηκεν ἐκεῖνος. ἦν δὲ οὗτος ὁ νόμος τῷ μεμνῆσθαι προστιθέναι τὸ γράφειν. οἷς δ’ ἂν ἔλθῃ τι παρὰ θεῶν ἀγα- θόν, οὐκ ἐκείνοις δεῖ μόνον, ἀλλὰ καἰ τοῖς ἱερεῦσιν εἰδέναι χάριν. σὺ τοίνυν ἡμῖν ἐν ἱερεῦσι τεταγμένος μετέχεις ὧν ἐκείνους εἰκός. οὐ γὰρ ἀγνοῶ τοῦθ’ ὅτι ὤτρυνας σπεύ- δόντα καὶ αὐτόν, καἰ ὡς ὁ μὲν ὥρμητο γράφειν, σὺ δὲ ἐπῄνεις τὴν ὁρμήν. πιστεύω τοίνυν ἀμφοτέρους ἐμμενεῖν οῑς πεποιήκατε, σὲ μὲν προτρέψειν, ἐκεῖνον δὲ ἐπιστελεῖν.