Ancient Greek
371.5 to 371.6
Libanius, Epistulae 1-839 371.5-6
Not analysed yet
μὴ θαυμάσῃς δὲ εἰ καινόν τι ποιῶ ζητῶν νέον· καὶ γὰρ ἡ τοῦ νέου φύσις τῶν καινῶν. αὐτός τε οὖν κινείσθω καὶ Καλύκιος μὴ μελλέτω νεανίσκος τὰ τοῦ πατρὸς μιμησόμενος· ὡς ὡς γε ἐν δοκα- στηρίοις κράτος, ἢν προσενέγκῃ πόνους, ὧν τὸ πέρας ἡδονή. δίκαιος δέ ἐστιν ἔχεσθαι τῆς τέκνης· καὶ γὰρ εἰ φθάσας ἔχει τῶν λόγων τὸ ἆθλον, ἐπ’ ἐκείνῳ γε θηρευέτω τοὺς λόγους· αἰσχρὸν μὲν γὰρ ὄντας οὐδεπώποτε κτητέον, καλὸν όὲ ὄντας ἀεὶ κτητέον.