Ancient Greek · ~4 min
Letter 372
Libanius, Epistulae 1-839 372
Not analysed yet
Τιβερίῳ τούτῳ μέγα μὲν ἐλάττωμα ἡ ἀπραγμοσύνη, βοή- θεια δὲ μείζων τὸ σὲ Κιλίκων ἄρχειν, ὃς οὐ τοῖς πολλὰ πράτ- τουσι προσέχεις μᾶλλον ἢ τοῖς τὸ δίκαιον λέγουσιν. ἐμοὶ δὲ πολλαχόθεν ἐστὶν ἄξιος σπουδῆς. οὔτε γὰρ Φιλαγρίου μοι μὴ μεμνῆσθαι θεμιτόν, ἀδελφῇ τοῦδε συνῴκει, αὐτός τε οὗτος ἐφοίτησεν ὡς ἡμᾶς καὶ ἦν ἂν ῥήτωρ, εἴ τις αὐτὸν ἐπέ- τρεπεν, ἀλλ’, οἶμαι προαφειλκύσθη. ἔτι τοίνυν Μάρκος τε, οὑμὸς ἀνεψιός, καὶ οὗτος ἀδελφὰς ἔχουσι γυναῖκας, Ἡσυ- χίου θυγατέρας. Ἡσυχίῳ δὲ υἱεῖς δύο, Εὐτρόπιός τε καὶ Κέλ- σὸς, οὓς μάλιστα μὲν φιλῶ, μάλιστα δὲ φιλοῦντας ἔχω. σκό- πει τοίνυν ὡς ἐμοί τε ἀνάγκη τοῦδε φροντίζειν ἀπὸ τοσού- τῶν δικαίων σύ τε οὐχ ἕξεις, ὅ τι πρὸς ἡμᾶς ἀπολογήσῃ μὴ τῷ σαυτοῦ τρόπῳ χρησάμενος. οὗτος δ’ ἐστὶ μηδαμοῦ ῥᾳθυ- μεῖν. ἐξ αὐτῶν δὲ ὧν σου δεήσεται βέλτιστον εὑρήσεις τὸν νεανίσκον· οὕτως οὐδὲν οἶδεν ἐπαγγέλλειν οὔτ᾿ ἄδικον οὔτε βαρύ