Ancient Greek · ~4 min
374.1 to 374.4
Libanius, Epistulae 1-839 374.1-4
Not analysed yet
ἔμελλές ποτε καὶ τῶν ἐν ἀρχῇ γεύεσθαι πόνων ὡς οὐ πάσῃ μηχανῇ τὸ ἄρχειν φυγών, καὶ νῦν ζώνη καὶ στρατεία καὶ ὄχλος περὶ θύρας καὶ ἀγρυπνίαι καὶ φροντίδες, ἡ πολλὴ δὲ ἐκείνη ῥᾳστώνη καὶ τὸ ἀργεῖν ἐκκεχώρηκε. φοβοῦμαι δὲ οὐδὲν μὴ τῶν μεγίστων πρῶτον ἁψάμενος ἰλιγγιάσῃς ἡμῖν, ἡ γὰρ δὴ σὴ φύσις καὶ μελέτης χωρὶς ἐπίσταται κατορθοῦν, ὥστε πιστεύω ταχέως μέν σε θαυμαστὸν ἐν τοῖς παροῦσι φα- νεῖσθαι, ταχέως δὲ τῇ περὶ ταῦτα ἀρετῇ πρός τι λαμπρότερον ἥξειν. ἐφ’ ᾧ δὲ αὐτός τε μάλιστα ἥσθην σύ τ’ ἂν <φθό- νου> α ἐκτὸς εὐφραίνοιο, τοῦτο ἔστιν. ὅσοι τὸν λόγον τοῦ πράγματος, τοσοῦτοι καὶ ἡδονὴν μετὰ τοῦ λόγου. καὶ τῶν πρὸ τοῦ σε φασκόντων φιλεῖν οὐδεὶς ἠλέγχθη φάσκων μέν, ἥκιστα δὲ φιλῶν. ἀλλὰ τὸ πάλαι τοῦτο· ἄξιος Ἀρισταί- νετος κοινῇ φωνῇ διὰ πάσης ἐχώρει τῆς πόλεως. καὶ δὴ καὶ ὁ βασιλεὺς ἐθαυμάζετο μελίττης σοφώτερον συνθεὶς τὸ τῆς ἀρχῆς κηρίον.