Ancient Greek · ~3 min
Letter 373
Libanius, Epistulae 1-839 373
Not analysed yet
Μακρὰν ἀπολογίαν ἀπέτεινας ὑπὲρ τῆς περὶ τὴν παῖδα φροντίδος οὐδενός, οἶμαι, διώκοντος. ὁ γὰρ Ὀλύμπιος οὐ κατήγορος ἦν, ἀλλ’ ἄγγελος τοῦ τρόμου σὺν ἡδονὴ. σὺ δὲ πολλοὺς μὲν τοιούτους φοβηθείης φόβους, φοβηθείης δὲ κἀκεῖνον ὑπὲρ τῶν υἱέων καὶ τοῦ κηδεστοῦ, ὅν φὴς καὶ σοὶ δι’ ἡμᾶς γεγονέναι πολλάκις μέλλοντας ἀγωνιεῖσθαι. τὴν δὲ ὑπὲρ τοῦ θέρους βουλὴν μεταβαλὼν ἐπαινῶ. Καλυκίῳ τε γὰρ οὐκ εἶχε καλῶς οὕτως ὀξέως ἐκπηδᾶν τοῦ θαλάμου Τι- τιανῷ τε πλησίον ὁ διδάσκαλος, αὐτὸς ὁ πατήρ. σὺ μὲν οὖν ἔκρυψας τὴν αἰτίαν, ἐγὼ δὲ κηρύττω τὴν σὴν ἐκείνην ἐκβαλών, ἥ φησι κίνδυνον ἂν γενέσθαι τῷ νέῳ θέατρά τε xal πολυανθρωπίαν. ἄλλος μὲν γὰρ ἴσως τούτοις ἂν διεφθάρη, Τιτιανῷ δὲ κρείττων ἡ φύσις τῆς ἀπ’ ἐκείνων βλάβης ἀλλ ἀγαθῇ γε τύχῃ μενέτω τε καὶ πληρούσθω λόγων ἀρχαίων ἡγεμόνι τῷ γονεῖ χρώμενος.