Ancient Greek · ~3 min
374.6 to 374.8
Libanius, Epistulae 1-839 374.6-8
Not analysed yet
ἐδόκει οὖν αὐτῷ μετριώτερον εἶναι γῆ ξένη μετ’ ἐλευθερίας ἢ πατρὶς μετ’ ἀτιμίας. καὶ τῷ μὲν ἀφεστάναι τῆς μητρὸς ἤλγει, τὴν μητέρα δὲ ἰδεῖν ἐπὶ τοιαύ- ταις ἐλπίσιν ὤκνει. τῷ μέντοι παρ’ ἡμῖν βίῳ καὶ τὴν μη- τέρα καὶ σὲ καὶ πάντας ὑμᾶς κεκόσμηκε μετὰ σωφροσύνης τε καὶ πρᾳότητος καὶ τοῦ παρέχειν αὑτὸν αἰδέσιμον διάγων. καὶ τὸ μέγιστον, τῶν πρὸς ἡμᾶς δικαίων οὐδὲν διαφθείρας οὐκ ἐπεσπάσατο μῖσος παρὰ τῆς ἑτέρας μερίδος. τοιγαροῦν θαρρῶν ἔλεγον ὡς κοινωνεῖ σοι τοῦ γένους, καὶ οὐκ ἐδόκει χείρων εἶναι τοῦ αἵματος. δέχου δὴ τὸν οἰκεῖον πολλοὺς τῇδε διὰ τῶν τρόπων κτησάμενον φίλους καὶ βούλευσαι περὶ τοῦ· τίνα χρὴ τοῦτον ὁδὸν ἐλθεῖν; εἴτ’ οἴκοι μένειν εἴθ’ ὡς ἡμᾶς ἀναστρέφειν εἴτε ζῆν ἐν τῇ Μεγάλῃ πόλει ποιούμενον τὸν βίον ἀπὸ τῶν δικῶν;