Ancient Greek · ~4 min
375.1 to 375.4
Libanius, Epistulae 1-839 375.1-4
Not analysed yet
Ἀποπέμπομεν ὑμῖν Διάνιον ἡμῖν τε. οἷς ἠκολούθησε τῇδε, δόξαν περιθέντα καὶ ὑμῖν τοῖς Βιθυνοῖς, ἐξ ὧν ἔφυ. σὺ δὲ οἶδα ὅτι τὸν ἄνδρα ἰδὼν χρόνων τε ἐκείνων εἰς μνή- μην ἥξεις ὧν οὔτε πρότερον οὔθ’ ὕστερον ἡδίους εἶδον ἐγώ, 15 καὶ τῶν ἐνταῦθά μοι πεπραγμένων ἀγνοήσεις οὐδέν. οὐ γὰρ τοῖς μὲν παρεγένετο, τῶν δὲ ἀπελείφθη, οὐδ’ αὖ τοσαῦτα ἔγνω, ὅσα εἰκὸς τὸν τὴν αὐτὴν οἰκοῦντα πόλιν, ἀλλ’ ὅσα εἰκὸς τὸν τὴν αὐτὴν οἰκοῦντα οἰκίαν. ὥστ’ οὐ πλείω τῶν ἐμῶν ἡ μήτηρ οἶδεν οὗτος. τὰ μὲν οὖν περὶ τοὺς λόγους ἀκούων ἴσως οὐκ ἀνιάσῃ, τὸ σῶμα δέ μοι μικρᾶς πάνυ τυχὸν εἰρήνης τὰ πολλὰ πολεμεῖται, καὶ πολλάκις γε ἐγενόμην ἐκεί τῶν εὐχομένων ἀπελθεῖν. ἐγὼ μὲν οὖν εἰς τοῦτο εὐδαιμονίας ἥκω, δεῖ γὰρ εὐφήμως εἰπεῖν, Διανίῳ δὲ ἐλευθερίας ἐπιθυ- μοῦντι βοήθησον πάσῃ τέχνη. δύνασαι γὰρ εὖ ποιῶν ὅσονπερ ἐν τῇ σαυτοῦ, τοσοῦτον ἐν τῷ ἔθνει, ἡ δὲ σὴ δύναμις οὐκ ἀπὸ τοῦ πολλὰ κεκτῆσθαι, ἀλλ’ ἀπὸ τοῦ παρὸν κτήσασθαι μὴ βουληθῆναι.