Ancient Greek · ~2 min
Letter 380
Libanius, Epistulae 1-839 380
Not analysed yet
Ἐγὼ δὲ ᾤμην ὑπ’ ἄλλης ἀσχολίας γεγονέναι τὴν σιω- πήν, καὶ ἔδει γε τοῦθ’ οὕτως ἔχειν· νῦν δὲ σοῦ τε μνησθέν- τος ἀρρωστίας καὶ τοῦ παιδός, ὡς ποικίλη γένοιτο, διηγου- μένου πρὸς πᾶν ἀθυμίας ἦλθον. ἀλλ’ εὖ ποιοῦντες σύ τε καὶ ἐκεῖνος, σὺ μὲν ἔγραφες, ὁ δὲ ἔλεγεν ὡς λέλυται τὸ δεινόν. Καλυκίῳ δὲ γυναῖκα δοὺς ὀρθῶς φρονεῖς καὶ λόγους ἐθέ- λων δοῦναι. τὰ γὰρ ὄντα καὶ σώζειν καὶ πλείω ποιεῖν οὕτως ἂν δυνηθείη. παρὰ δὲ ἡμῶν καὶ παρακέκληταί τε πρὸς τοῦτο καὶ κέκληται δεῦρο. καὶ παρὰ τῶν Μουσῶν αἰτῶ γλυκὺ τοὺς λόγους ἀποφῆναι τῷ νεανίσκῳ.