Ancient Greek · ~5 min
Letter 382
Libanius, Epistulae 1-839 382
Not analysed yet
Ἐγω σε φίλον τε ᾔδειν ἐμαυτοῦ καἰ περὶ τοὺς φίλους πρόθυμον οὐχ ἧττον ἢ Θησέα, γράμματα δέ σοι πέμψας μέν, οὐκ ἀντιλαβὼν δὲ σκοπῶ, τίς ἔσῃ καλοῦντος ἔργου μηδὲ ἐπι- στεῖλαι τολμήσας καὶ ταῦτα οὔσης σοι προσηγορίας ἀπὸ τοῦ ἐπιστέλλειν. εἰ μὲν οὖν ὁ πλοῦτός σε πεποίηκεν ὑπερόπτην τῶν γνωρίμων, ἀπόλοιτο τὸ πλουτεῖν· εἰ δὲ τὰ πρὸς τοὺς ἄλ- λους <ὁ> α αὐτὸς ὢν τὰ πρὸς ἐμὲ κεκίνηκας, ἐννόησον ὡς ποτὲ συνεσόμεθα καὶ ζητῶν ἀπολογίαν ἢ σιγήσεις ἢ ἀναισχυν- τήσεις. ἀλλ’, ὦ μακάριε, λύε τὴν μέμψιν ἐπιστολῇ φερούσῃ τι τῶν προτέρων ἠθῶν, ἴνα σε μὴ μόνον εὐδαιμονίζωμεν, ἀλλὰ καὶ ἐπαινῶμεν, καὶ δὴ καὶ τουτονὶ τὸν χρηστὸν Ὀλύμπιον αὐτός τε εὖ ποίει καὶ τοὺς ἄλλους παρακάλει. ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ συνεφοίτα μοι νέος ὤν, ὑπὸ δὲ τοῦ στρα- τιώτης ἐθελῆσαι γενέσθαι τὸ πολὺ διαφῆκε τῶν λόγων. ἀλλὰ σύ γε αὐτὸν ὡς ἂν φυλάξαντα τὴν τέχνην τιμῆς τε ἀξιώσεις καὶ δείξεις γε τῶν εὖ πραττόντων ἴνα. εἰ μὲν οὖν οὐκ ἦν σοι δύναμις, ηὐξάμην ἄν σοι γενέσθαι, νῦν δὲ τῆς οὔσης ἀπολαύειν ἐθέλων ἴσως οὐκ ἀδικῶ. μισθὸς δέ σοι παρά τε ἐμοῦ καὶ τοῦδε τὸ μεμνῆσθαι τῆς χάριτος.