Ancient Greek · ~2 min
386.1 to 386.2
Libanius, Epistulae 1-839 386.1-2
Not analysed yet
Ἐνετύχομεν ἀλλήλοις ἑσπέρας ἐγώ τε καὶ Μαρτιάλης ὁ χρηστὸς ἐφ’ ἵππων φερόμενοι, καί με πρότερος ἐπιγνούς, ἴσως μὲν ὀξύτερον ὁρῶν, ἴσως δὲ καὶ παρὰ τοῦ τρίβωνος τοῦτο λαβών, βοήσας ἀπέβη, κἀγὼ ταὐτὸ ποιῶ. εἰπὼν δὲ ὅθεν τε ἤκοι καὶ πορεύοιτο γράψον ἔφη τῷ φιλοῦντι σὲ δὴ λέγων. ἐγὼ δὲ αὐτὸν ἠξίουν διορθοῦσθαι τὸ ῥῆμα καὶ μὴ πρᾶγμα πάλαι πεπαυμένον ἔτι νῦν εἶναι λέγειν. σὺ γὰρ ὅτι μὲν τῷ πρὸς ἐμὲ φίλτρῳ μικροῦ καὶ τὸν Ἀρισταίνετον παρ- ῆλθες, οἶσά τε καὶ πολλοὺς ἐδίδαξα. τοῦτο δὲ πότε μὲν κατέ- λυσας, ἔχω λέγειν, ἀνθ’ ὅτου δέ, εἰπεῖν οὐκ ἔχω.