Ancient Greek · ~2 min
Letter 386
Libanius, Epistulae 1-839 386.3
Not analysed yet
γενο- μένῃς γὰρ σοὶ μὲν τῆς ἐνταῦθα ἀρχῆς, τῆς μείζονος λέγω, ἐμοὶ δὲ τῆς οὐ πάντα εὐτυχοῦς ἐπανόδου, —τὰ μὲν γὰρ ἄλλα οὐκ αἰτιῶμαι, τὸ σῶμα δέ μοι διόλωλε —τότ’ οὖν ἐκείνου τοῦ χειμῶνος ἐγηγερμένου σοί τε οὐχ ὑπῆρξεν ὅσα διενοοῦ πρᾶξαι περὶ ἡμᾶς ἐγώ τε πολλῶν μὲν ἀγαθῶν ἀπεστερήθην, πολλῶν δὲ δεινῶν εἰς πεῖραν ἦλθον. κείσθω δὴ ταῦτα εἶναι τοῦ και- ροῦ.