Ancient Greek · ~5 min
386.4 to 386.8
Libanius, Epistulae 1-839 386.4-8
Not analysed yet
μετὰ ταῦτα σὺ καλούμενος ἐκ Κιλικίας ἐπὶ λαμπρο- τέραν δύναμιν γράψας πρὸς Θεόφιλον ὡς ἀπαίροις προσπαρέ- γραψας ἐμὲ προσαγορεύειν, καὶ ἦν τοὐμὸν ὄνομα προσθήκη τῆς πρὸς ἄλλον ἐπιστολῆς τοῦτό με πρῶτον ἐτάραξε καὶ παρεῖχεν ὑπονοεῖν, ὡς ἄρα τἀρχαῖα κεκίνηται. καὶ ἐφαίνου δή μοι τῷ μὲν μὴ πρὸς ἐμὲ γεγραφέναι μεταβεβλῆσθαι, τῷ δὲ ἐν τῇ πρὸς ἄλλον ἐπιστολῇ μνησθῆναι κατὰ μικρὸν λύειν ἐθέλειν τὰ πρὸς ἐμὲ τοῦ μὴ τοὺς ἀνθρώπους ἐκπλαγῆναι τῇ μετα- στάσει. φέρειν ᾤμην δεῖν καὶ τοῦτο καῐ μήπω πάντα ἡγεῖ σθαι διακεκόφθαι Γαλατῶν ἀρχὴ τῶν ἑσπερίων, καὶ Κυ- ρἰνου κλῆσις εἰς κοινωνίαν πόνων καὶ γράμματα πρὸς ἐκεῖ- νον, ἐμοὶ δὲ οὔ. τί δὴ νομίζειν ἐχρῆν τὸν πάλαι μὲν πρὸ τῶν ἄλλων ἁπάντων, ὕστερον δὲ ἐν οὐδενὶ λόγῳ; Κυρίνῳ μὲν οὖν παρῄνουν ὑπακούειν καὶ ταῦτα ἀτιμαζόμενος, ἀλλ’, οἶμαι, τῆς ἐμῆς ἐκράτει συμβουλῆς ὁ περὶ τῷ παιδὶ φόβος. ἀκούων δέ σου τὰ πολλὰ καὶ μεγάλα, εἰ γὰρ ἐν μικροῖς σὺ μέ- ίας, τίς ἂν ἦσθα τηλικοῦτον ἅρμα ἐλαύνων; φιλῶν ἔτι τῷ λήξαντι τοῦ φιλεῖν συνηδόμην. ἐκβαίνεις δὴ πάλιν εἰς ἰδιώτην διὰ σπουδῆς, μεθ’ ἦς ἀεὶ τὸ ἄρχειν ἀπέθου, καὶ Βι- θυνίας ἐπιβὰς οὐδ’ ὑπὸ τοῦ χωρίου πρὸς μνήμην ἡμῶν ἐκι- νήθης. ἐν ᾧ δὴ χωρίῳ μικρὰς μὲν ἐδέξω παρ’ ἡμῶν ᾠδάς, ἴσως δὲ οὐ φαύλας.