Ancient Greek · ~4 min
391.10 to 391.13
Libanius, Epistulae 1-839 391.10-13
Not analysed yet
ἔπειτα τοῦ φοβοῦντος ἀπελ- θόντος διαφυγὼν ἐγὼ θάνατον, ὃν ἀκήκοας, ἐπὶ πολλοῖς λό- γοις, οὓς τὸ θέρος ἐδέξατο, διδασκαλεῖον ἀνέῳξα καὶ ὁ φθό- νος ἔπνει λαμπρός. εἰδὼς δὲ ὅτι οὐκ ἔστιν αὐτὸν ἄλλως ἡ λόγοις καταχῶσαι, τοῦ σώματος μὲν ἠμέλουν καὶ ὅσοις τοῦτο ἥδεται, χαίρειν εἴων, τοῦ δὲ ὅπως μηδὲν ἀνήσω λέγων, ἐφρόν- τῖσα. τοῖς βελτίστοις δὲ ἡμῶν πολίταις τὰ πολλὰ οὐ πολλὰ ἐδόκει, ἀλλ’ ἐγὼ μὲν αὐτοὺς ἡγούμην ἠνωχλῆσθαι, οἱ δὲ ἀγεύστοις ἐῴκεσαν. νέοι δὲ οἱ μὲν οὔπω πρότερον ὡμιλη- κότες σοφισταῖς, οἱ δὲ οἷς ὡμίλουν ἀφέντες ὑφ’ ἡμῖν ἐτάτ- τοντο, οἱ μὲν ἐνθένδε προσιόντες, οὐκ ὀλίγοι δ’ ἐπῆλθον. ἀλλ’ οὔπω πάντα εὐδαιμονία σοῦ γε ἀπόντος· οὗ παρόν- τος ταῦτά γε ἦν ἂν μείζω. καὶ αὐτό γε τὸ παρεῖναί σε πάσης τῆς περὶ ταῦτα εὐπραξίας ἄμεινον. παρεμυθεῖτο δέ με τὸ κεκλῆσθαί σε πρὸς ἀρχήν, ἣ κεφάλαιον ἀρχῶν εἶναι δοκεῖ, καὶ μεγαλαυχούμεθά γε Σύροι Ῥωμαίοις παρέχοντες ἄνδρα δεινὸν κοσμῆσαι πόλεων πράγματα.