Ancient Greek · ~7 min
391.1 to 391.9
Libanius, Epistulae 1-839 391.1-9
Not analysed yet
Εγὼ τοὺς ὄντας μοι φίλους βουλοίμην, ἅττα ἂν λέγω- σιν, ἀληθῆ δοκεῖν λέγειν σὲ δὲ ἐν πρώτοις τε γράφομαι τῶν ἐπιτηδείων καὶ ὅπως πόρρω εἴης τοῦ ψεύδεσθαι ποιῶ. τού- του οὖν, ὦ ’γαθέ, κηδόμενος ἐσίγων τὸν ἄχρι τοῦδε χρόνον. ἴδει γὰρ εὐθὺς μὲν ἐμοῦ γράφοντος ψεύστην εἶναι σέ, μὴ γράφοντος δὲ καθαρεύειν τῆς αἰτίας, ὥστε σε ἐκόσμησα τῇ σιγῇ. σὺ δὲ ὡς ἠδικημένος ἐγκαλεῖς ἐπαινεῖν ἀφείς. αἴνιγμά σοι δοκῶ λέγειν. ἄκουε δῆτα σαφῶς. σὺ τὴν πρώτην ἐκει- νην γράφων ἐπιστολὴν σκώμμασί τε ἡμᾶς ἔτρωσας οὐκ ὀλί- γοις καὶ τελευτῶν ἐπέθηκας ὡς κατασύραις ἡμᾶς ἐν τοῖς γράμ- μασι, καὶ ὅρκος ἐπῆν. ἐσκόπουν οὖν, ὅπως ἄν σοι τοῦτο ὀρθῶς εἰρῆσθαι δοκοῖ καὶ νικῶν φαίνοιο καθαρῶς. νίκη δὲ σαφὴς τὸ μηδ’ αὐτὸν τὸν ἡττημένον ἀναισχυντεῖν, ὡς ἄρα οὐ κεκράτηται, ὃ δὴ μὴ γράφων ὁμολογεῖ νενικῆσθαι τῷ μὴ ἔχειν ὅ τι γράψειεν. ἔχεις οὖν καὶ τουτονὶ τὸν στέφανον ἐπ’ ἐκείνῳ τῷ διὰ δικαιοσύνην σοι δεδομένῳ. καὶ δύο νίκας ἡμῖν ὁ καλὸς Ἀνατόλιος ἀνῄρηται, τὴν μὲν ὡς ἄριστος δικα- στῶν, τὴν δὲ ὡς κράτιστος σοφιστῶν, τὸ μὲν ἁπάντων ᾀδόν- των, ἐμοῦ δὲ τὸ δεύτερον, ὃ σὺ φαίης ἂν οὐκ εἶναι φαυλότε- ρον. ὁρᾶν δοκῶ σε γελῶντα καὶ ἀκούειν βοῶντος καί τινα ἀφιέντος ῥήματα τῶν εἰωθότων. οὐ γὰρ ἂν σύ γε τοῦτο τὸ μέρος ἄνευ τοῦ ταῦτα ποιεῖν ἐπέλθοις. τὸ μὲν οὖν τῆς παιδιᾶς ἐνταῦθα ὡρίσθω, πάντως δὲ δεῖ καὶ ἐπιστέλλοντι παί- ζειν ὡσπεροῦν συνόντι, τὴν δὲ οὖσαν αἰτίαν ὑφ’ ἧς βραδέως ἐπιστέλλω νῦν ἀποδώσω. ᾔδειν ὅτι μέγα τι περὶ ἡμῶν ἐθε- λήσεις ἀκοῦσαι πρέπον μὲν τῇ πόλει, πρέπον δὲ ταῖς ἐλπίσιν, ὑφ’ ὧν κινηθεὶς ἧκον. ἕως μὲν οὖν οὔπω τοῦτο ἀπήντα, μέλ- λειν ᾤμην δεῖν· ἐπεὶ δὲ ἔστι τι καὶ τοιοῦτον, γράφω. τὸ μὲν γὰρ πρῶτον εἰσήλθομεν εἰς ἄνδρας οὐ πιστεύοντας ὅτι βιώσονται. καὶ ὅπως μὴ εἴπῃς· τί οὖν εἰσῆλθες; οὐ γὰρ ἀκίνδυνον ἀναστρέφειν.