Ancient Greek · ~3 min
391.15 to 391.17
Libanius, Epistulae 1-839 391.15-17
Not analysed yet
τοῦτον ἐγὼ τὸν φόβον οὐ πείθομαι τῆς σῆς εἶναι ψυχῆς. καὶ γὰρ καὶ τῶν ἡνιόχων τοὺς ἄκρους ὁρῶ θαρρούντως ἀναβαίνοντας ἅρμα ἵππων ἀπειθεστέρων εἰδότας, ὡς ἰσχυροτέραν κέκτηνται τέχνην τῆς ἐπείνων κακίας. ἤδη δέ τις καὶ κυβερνήτης ἐγηγερμένης θαλάττης λύσας ἀνήχθη πι- στεύων περιέσεσθαι τῇ τέχνῃ τῆς ζάλης. σὲ μὲν οὖν ἵλεως πέμψειε βασιλεύς, ἵλεως δὲ Μῆνά δέξαιτο καὶ μετὰ ταῦτα ἡμεῖς λαμπρὸν ἀπὸ λαμπρῶν ἔργων῾· ἐμὲ δὲ ἕλκει πά- λιν ἡ πόλις ἡ παρόντι μὲν οὐ χρωμένη, ζητοῦσα δὲ ἀπόντα. σὺ δ’ ὅ τι ἂν ἔχῃς βοῄθε καὶ παῦε τὸν θυμὸν καὶ ὡς ἀρρωστῶ λέγε. καὶ οὐ ψεύσῃ λέγων· φάρμακά τε γὰρ πεπώ- καμεν, ἃ ἐν μεγίστῳ κακῷ πίνεται φλέβα τε ἐτμήθην οὐκ εἰωθώς, ὃ προσιοῦσαν ἐκώλυσε τὴν τελευτήν.