Ancient Greek
Letter 392
Libanius, Epistulae 1-839 392
Not analysed yet
Ὅτι τε ἐπέστειλας ἡμῖν ἥσθην καὶ ὅτι τὰ τοιαῦτα ὄι ἡμῶν καθίστασο· πιστεύοντος γὰρ ἦν φιλεῖσθαι καὶ ἐγνωκότος φιλεῖν. ἐγὼ δὲ τήν τε ἐπιστολὴν ἀνέγνων αὐτῷ καὶ ἡδό- μενον ἑώρων καὶ πρὸς γράμματα ὡρμηκότα. ἃ κεκώλυκε μὴ γενέσθαι θόρυβός τις ἐμπεσὼν καὶ πείσας αὐτῷ προσέχειν, ἥξει δέ σοι ταῦτα, ἐπειδὰν ἐκεῖνος παρέλθῃ.