Ancient Greek · ~3 min
Letter 394
Libanius, Epistulae 1-839 394
Not analysed yet
Παρὰ Ἀπελλίωνι τῷ χρηστῷ περὶ ὧν ἀδικεῖσθαι φῄς ἀγωνιῇ, τοῦτον γὰρ ἀπέδειξέ σοι δικαστὴν ὁ γενναῖος Στρα- τήγιος. ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ διδοὺς ἡμῖν σεμνύ- νεσθαι· οὕτω καλός τε κἀγαθὸς εἶναι βούλεται. μαθὼν δὲ παρ’ ἡμῶν, ὅστις εἴης πρὸς ἡμᾶς, ἐκέλευσε γράψαι, καὶ ὑπή- κουσα ἄσμενος νομίζων ἔσεσθαι καὶ σοὶ καὶ τοῖς σοῖς κατα- φυγὴν τὴν Ἀπελλίωνος γνώμην. περὶ δὲ τῆς δίκης ὡδί σε χρὴ φρονεῖν· εἰ μὲν ἀδικεῖς, οὐδεὶς οὕτως αἰδέσιμος τῷ δικαστῇ, δι’. ὃν οὐ δώσεις δίκην· εἰ δὲ παρὰ σοὶ τοῦ δικαίου τὸ μέρος, οὐδεὶς οὕτω σοι δυσμενὴς δυνατός, δι’ ὃν οὐ λήψῃ δίκην.