Ancient Greek · ~1 min
Letter 4
Libanius, Epistulae 1-839 4
Not analysed yet
δ΄. τῷ αὐτῷ. (372/73 vel 382/84?) Ὀλυμπίου μὲν οὗτός ἐστι παῖς τοῦ πολλὰ μαθόντος, οἶδε δὲ καὶ αὐτὸς οὐκ ὀλίγα πρὸς τῷ καὶ στρατιώτης εἶναι φιλίας δὲ τῆς σῆς ἐπιθυμήσας δι’ ἐμοῦ τοῦ φιλοῦντος ἄμφω τοῦθ 16 αὑτῷ γενέσθαι βουληθεὶς ἔρχεται μετὰ γραμμάτων ἐμῶν, ἐν οἷς ἔχει τὰς τῆς ἐπιθυμίας ἐλπίδας.