Ancient Greek · ~2 min
405.13 to 405.14
Libanius, Epistulae 1-839 405.13-14
Not analysed yet
ἐπὶ τούτοις γράμματα βασιλέως ἀφικνεῖται κελεύοντά με ἀναστρέφειν, πρὸς ἃ ἀπε- κρίνατο τό τε τῆς κεφαλῆς καὶ τὸ τῶν νεφρῶν νόσημα, ὡς οὐκ ἂν δυναίμην. τοῦτο δὲ οὕτω θέμενος δείκνυμι λόγον περὶ εὐφυίας, τύπος δὲ τῆς διαλέξεως, τὰ σὰ παιδικά. καὶ δευτέ- ῥᾶς ἐδέησεν ἡμέρας, ἧς ἐκοινώνει Κλημάτιος. τὴν μὲν οὖν ἐπ’ αὐτῶ κίνησιν οὐκ ἐμὸν εἰπεῖν· ἐκεῖνο δὲ ἐμόν τε ἦν εἰπεῖν καὶ ἐβοᾶτο, ὅτι τούτων μέντοι διδάσκαλος Ἀρισταίνετος καὶ δὴ καὶ τῶν ἄλλων ὅσα ἂν ἔπαινον δέχηται.