Ancient Greek · ~2 min
Letter 406
Libanius, Epistulae 1-839 406
Not analysed yet
Πάλιν ὁ σοφὸς παρ’ ὑμῖν Ὀλύμπιος, πάλιν ἐκεῖνοι σύλ- λογοι καὶ διάλογοι καὶ συμπόσια συγγραφῆς ἄξια, σοφιστὴς ὑπὲρ ῥητορικῆς τι λέγων, γραμματιστὴς ὑπὲρ τῶν ποιητῶν, σὺ καὶ Θεμίστιος ἐκ φιλοσοφίας, Ὀλύμπιος περὶ πάντων πο- λύς τε ῥέων καὶ καθαρὸς καὶ τῷ κάλλει τῶν ὀνομάτων ἀφέλ— κῶν τοὺς δαιτυμόνας τῆς θοίνης καὶ ποιῶν ἡδίω τῆς τρα- πέζης τὴν ἀκρόασιν. ἐμοῦ δὲ ἴσως μεμνήσεσθε καὶ τάχ ἴσως ἐπ’ ἀμείνοσιν. ἀπόντα γὰρ ἐπαινέσεσθε καὶ τοὺς παρόν- τας ουκ ἀνιάσετε.