Ancient Greek · ~5 min
405.8 to 405.11
Libanius, Epistulae 1-839 405.8-11
Not analysed yet
ἰδὼν δὲ τοὺς παιδαγωγοὺς ἰσχύοντας ἀπὸ τοῦ πωλεῖν τοὺς νέους καὶ τὸν ἐν μουσείοις κόσμον ἀπολωλότα συμβουλεύω τοῖς ἐμαυτοῦ πολίταις μὴ ταῦτα περιορᾶν, ἀλλ’ ἀγανακτῆσαί τε καὶ κωλύσαι. καὶ ἐγένετό τις ὀργὴ κατὰ τῶν ἀδικούντων οὐ μικρά. ὁ δὲ ἀντίτεχνος ἠπείλει συνερεῖν αὐτοῖς. καὶ τοῦτ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις. τελευτᾷ Ζηνόβιος καὶ ἐμονῴ- δοῦν ἀπελθὼν τοῦ τάφου. καὶ μικρὸν ὕστερον ἐγκωμιάζω τὸν διδάσκαλον μακροτέρῳ λόγῳ καὶ ἔδοξεν οὐ φαύλους κεκομί- σθαι μισθούς. ὁ δὲ ἀντίτεχνος ὑπέσχετο λέξειν, ἢν ὁ πατὴρ αὐτῷ ἀποθάνῃ. ὁ δ’ ἔτι ζῇ. τούτων γιγνομένων οἱ σφόδρα ἐγνωκότες ἀναισχυντεῖ ἦσαν δὲ τρεῖς ἀντὶ τραπέζης λαμπρᾶς οἱ τοῦτο ποιοῦντες, ἐνέδοσαν. ἐγὼ μὲν οὖν ἀναπαύλης ἐδεόμην, τῷ θείῳ δὲ οὐδὲν ἄρα ἤρκει. καὶ Κυρῖνος δὲ ἦν τῶν οὐκ ἀνιέντων παρ’ ἡμῖν τε ἔχων τὸν υἱὸν καὶ μιμούμε- νος σὲ μὲν εἰς τἀμά, ἐμὲ δὲ εἰς τὰ σά. ἀγωνίζομαι δή τινα ἀγῶνα τῶν ἐν τοῖς πλάσμασι τούτοις, οἱ δὲ ὠρχοῦντο ἅτε ἐν αὐτοῖς τεθραμμένοι καὶ ἐδέοντό μου κατὰ μέσον γενο- μένου τὸν λόγον μετὰ τῆς ἴσης τέχνης καὶ τὴν ἀντιλογίαν γράφειν. καὶ γράψας ἐπῆλθον ὅτι τάχιστα. καὶ ἦν ἀδελφὸς ὁ λόγος τοῦ προτέρου καὶ διεσέσειστο τῶν πολεμίων τὰ πράγ- μάτα.