Ancient Greek · ~7 min
405.1 to 405.7
Libanius, Epistulae 1-839 405.1-7
Not analysed yet
Καὶ ὅτε ἀσθενεῖν σοι τὴν γυναῖκα ἠκούομεν, συνηλγοῦ- μεν ἐννοοῦντες ὡς εἰκός σε διακεῖσθαι καμνούσης, καὶ ἐπειδὴ τὴν τελευτὴν ἐπυθόμην, ἀνῴμωξα δεινόν τι ποιούμενος Ἀρι- σταίνετον εἶναι ἐν πένθει, οὗ τῇ φύσει πανηγύρεις πρέπουσιν. ὁρμήσας δὲ παραμυθεῖσθαι λόγοις ἀνέσχον δείσας μὴ πάνυ σε δοκῶν εἰδέναι ἔπειτα ἁλοίην ἀγνοῶν. οἷς γὰρ ἔμελλόν σε κουφιεῖν, τούτοις δὴ τοῖς Πινδάρου καὶ Σιμωνίδου, καὶ ὅσα ἐκ τραγῳδιῶν εἰώθαμεν φάρμακα λύπῃ προσάγειν, πάντα ἐδό- κεις μοι πάλαι τε εἰδέναι κἂν πρὸς ἄλλους εἰπεῖν. ἐλογι- ζόμην οὖν ὅτι, εἰ μὲν οἵα τε κατακοιμίζειν ἀθυμίαν, αὐτὸς ἰάσῃ σαυτόν, εἰ δ’ οὐχ οἷά τε, καὶ παρ’ ἄλλου μάτην ἂν λέ- γοιτο. διὰ ταῦτα τοῦ μὲν ἀφίσταμαι, τὴν διήγησιν δέ σοι τῶν πραγμάτων ἀποδίδωμι, ἃ τοῦ χειμῶνος συνέβη. ἠρξάμεθα τῆς σ νουσίας μετὰ προλόγου καί τινος ἁμίλλης πρός τι τῶν Δημοσθένους. ἦν δὲ ὁ μὲν Τύχην μονὴν αἰτῶν βεβαίαν, τῇ δὲ ἁμίλλῃ πολλαὶ μορφαί. καὶ προσῆλθον, ἐπ ιδὴ ἀνέστην, ἑπτακαίδεκα νέοι. Πλατῶν δέ, οἶμαι, ἠσθένει Ζηνόβιος ὁ χρη- στός ἔπειτα ἐγὼ μὲν τοῦ διδάσκειν εἰχόμην, τὰ δὲ ἐπέρ- ρεεν ἔθνεα, πολῖται καὶ ξένοι καὶ ταύτῃ ὅστις εἴην εἰδέναι ἐθέλοντες. τὸ μὲν γὰρ εἶναί με μὴ κακῶν λόγων δημιουργὸν συνεκεχώρητο, θάτερον δὲ ἐδοκιμάζετο. καὶ ἔδοξα τοῖς μὲν οὐκ εἶναι ταύτῃ χείρων, τοῖς δὲ καὶ βελτίων, ὥστ’ ἐν οὐ πολ- λαὶς ἡμέραις πεντήκοντα νέων ἦν ὁ χορός. ἀριστᾶν δὲ οὐκ ἦν, ἀλλ’ ἴδει πονεῖν εἰς ἑσπέραν καὶ ἐθαυμάζετο μετὰ τῶν ἄλλων καὶ τὸ τῆς γαστρὸς κρατεῖν. ἧκεν ὁ Στρατήγιος, καὶ ἐδε- ξάμην τὸν ἄνδρα λόγῳ, μικρῷ μέν, οὗτος γάρ, οἶμαι, προσ- φωνοῦντι νόμος, ῥηθέντι δὲ κατὰ νοῦν αὐτῷ τε καὶ τοῖς ἄλ- λοις. ὁ δὲ ἀντίτεχνος, καλῶ μὲν γὰρ αὐτὸν ὃ καὶ αὐτὸς έαυ- τόν, ἠπείλησεν ἐρεῖν. καὶ τοῦτ’ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.