Ancient Greek
Letter 408
Libanius, Epistulae 1-839 408
Not analysed yet
Ὁ μέγα τι λαβὼν παρὰ θεῶν ἀγαθόν, εἶτα μικρὸν εἰλη- 15 φέναι νομίζων ἀδικεῖ τοὺς δεδωκότας. σὺ δὲ εἶ μὲν ἐκ Μου- σῶν μᾶλλον ἢ ᾧ δάφνην ἔδοσαν, τάττεις δὲ σαυτὸν εἰς τοὺς οὐ μέγα λαβόντας. ἀλλ’ ἀντιφθέγγεταί σοι πᾶς ἀνὴρ καὶ πάντα ἔθνη, κἂν εἴπῃς ποιητήν, σέ τις ἀκήκοε, μάχεται δὲ οὐδείς· ἡμῖν δὲ ἀνταγωνισταὶ πλείους ἢ ὅσαι μυῖαι κατὰ σταθμὸν ποιμνήιον ὥρῃ ἐν εἰαρινῇ. ὅν δέ φημι σο- φιστήν, ἀγνοεῖν προσποιῇ πάλαι πρῶτον αὐτὸν ἐψηφισμένος σοφιστῶν.