Ancient Greek · ~2 min
41.2 to 41.3
Libanius, Epistulae 1-839 41.2-3
Not analysed yet
μέλλων δὲ ἕλξειν εἰς δικαστήριον τοὺς τὰ καλὰ γράμ- μάτα γεγραφότας ἐκεῖνα τοῦ μὴ σοί τινα περιστῆσαι ταρα- χὴν ἐπέσχον, παὶ ἅμα πρὶν ἰδεῖν δικαστήριον ἐδόκουν μοι δίκην τίνειν ἐν τοῖς υἱέσιν, οὗ καὶ τὸ τεθνάναι τοῖς εὖ φρο- νοῦσι κουφότερον. ἀλλ᾿ ἐκείνους μὲν ἴα κακῶς μὲν ἐμὲ λέγειν, κακῶς δὲ αὑτοὺς ποιεῖν, σὺ δ’ ἡμῖν τὸν μὲν Ἀνατο- λἱου κηδεμόνα τοῦτον ὡς τάχιστα ἀποπέμπειν, ᾗ χρήσῃ δὲ πρὸς αὐτὸν ἐκεῖνον ἀπολογίαν ζητεῖν, ἐπειδὰν ἔργῳ τοὺς συ- κοφάντας ἐλέγχῃ.