Ancient Greek · ~3 min
Letter 42
Libanius, Epistulae 1-839 42
Not analysed yet
ἠρόμην, ὅ τι ἡμῖν ὁ καλὸς Ἰφικράτης ποιεῖ, τὸν δὲ ἠκου- σα λυπεῖν ἄνθρωπον μὲν οὐδένα, τὰ θηρία δὲ καὶ πάνυ, καὶ τοῖς αὐτοῖς γε λυπεῖν τε ἐκεῖνα καὶ τὴν Ἄρτεμιν εὐφραίνειν οὐ γὰρ ἀγνοοῦμεν. οἷς τέρπεσθαι λέγουσιν οἱ ποιηταὶ τὴν θεόν πάλιν ἠρόμην, εἴ μου ποιοῖτο μνήμην πρὸς τοὺς φίλους ὥσπερ φίλου, τὸν δὲ ἐμάνθανον ἐν τοῖς συλλόγοις ἀεί τινα λέγοντα τοῦτο οὐ λέγειν. ζητῶν οὖν, ὁπόθεν ἡμῖν εἰς ταύτην ἥκεις τὴν σιγήν, ἐκ τῶν πολλῶν εὐφημιῶν ἐκεί- νων, ἃς διὰ τῆς οἰκουμένης ἔσπειρας, εὗρον, ὅτι τότε μὲν ὑπὸ τῆς νεότητος ἐξηπατῶ καὶ κύκνον ἡγοῦ τὸν κολοιόν, τὸ γῆρας δέ σε ἐπαίδευσε τὸν κολοιὸν ὅπερ ἐστὶν ἡγεῖσθαι κο- λοιόν, ἀλλ᾿ ἡμεῖς γε σὲ καὶ τότε καὶ νῦν κύκνον